TLG 1138 001 :: LYCON :: Fragmenta LYCON Phil., Peripateticus Fragmenta
Citation: Fragment — (line) | ||
15 | Diogenes Laert. V 69: τοῦ δὲ φιλοσόφου (sc. Λύκωνος) καὶ διαθή‐ καις περιετύχομεν ταῖσδε· τάδε διατίθεμαι περὶ τῶν κατ’ ἐμαυτόν, ἐὰν μὴ δυνηθῶ τὴν ἀρρωστίαν ταύτην ὑπενεγκεῖν. τὰ μὲν ἐν οἴκῳ πάντα δίδωμι τοῖς ἀδελφοῖς Ἀστυάνακτι καὶ Λύκωνι. καὶ οἶμαι δεῖν ἀποδοθῆναι ἀπὸ τούτων ὅσα κατακέ‐ | |
5 | χρημαι Ἀθήνησι παρά τινος ἔχων ἢ ἐκπεπραχώς· καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀνα‐ λωθῇ καὶ εἰς τἆλλα [τὰ] νομιζόμενα· τὰ δ’ ἐν ἄστει καὶ ἐν Αἰγίνῃ δίδωμι Λύκωνι διὰ τὸ καὶ τοὔνομα φέρειν ἡμῶν καὶ συνδιατετριφέναι πλείω χρόνον ἀρεστῶς πάνυ, καθάπερ δίκαιον ἦν τὸν υἱοῦ τάξιν ἐσχηκότα. τὸν δὲ Περίπατον κατα‐ λείπω τῶν γνωρίμων τοῖς βουλομένοις, Βούλωνι Καλλίνῳ Ἀρίστωνι Ἀμφίωνι | |
---|---|---|
10 | Λύκωνι Πύθωνι Ἀριστομάχῳ Ἡρακλείῳ Λυκομήδει Λύκωνι τῷ ἀδελφιδῷ. προ‐ στησάσθωσαν δ’ αὐτοὶ ὃν ἂν ὑπολαμβάνωσι διαμενεῖν ἐπὶ τοῦ πράγματος καὶ συνέξειν μάλιστα δυνήσεσθαι, συγκατασκευαζέτωσαν δὲ καὶ οἱ λοιποὶ γνώριμοι κἀμοῦ καὶ τοῦ τόπου χάριν. περὶ δὲ τῆς ἐκφορᾶς καὶ καύσεως ἐπιμεληθήτωσαν Βούλων καὶ Καλλῖνος μετὰ τῶν συνήθων, ὅπως μήτ’ ἀνελεύθερος γένηται μήτε | |
15 | περίεργος. τῶν δ’ ἐν Αἰγίνῃ μοι γενομένων μοριῶν μετὰ τὴν ἐμὴν ἀπόλυσιν καταχωρησάτω Λύκων τοῖς νεανίσκοις εἰς ἐλαιοχριστίαν, ὅπως κἀμοῦ καὶ τοῦ τιμήσαντος ἐμὲ μνήμη γένηται διὰ τῆς χρείας ταύτης ἡ προσήκουσα. καὶ ἀνδρι‐ | |
άντα ἡμῶν ἀναθέτω· τὸν δὲ τόπον ὅπως ἁρμόττων ᾖ τῆς στάσεως, ἐπιβλε‐ ψάτω καὶ συμπραγματευθήτω Διόφαντος καὶ Ἡρακλείδης Δημητρίου. ἀπὸ δὲ | 11 | |
20 | τῶν ἐν ἄστει Λύκων ἀποδότω πᾶσι παρ’ ὧν τι προείληφα μετὰ τὴν ἀποδημίαν τὴν ἐκείνου. παρεχέσθωσαν δὲ Βούλων καὶ Καλλῖνος καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ τὰ ἄλλα τὰ νομιζόμενα. κομισάσθωσαν δὲ ταῦτ’ ἀπὸ τῶν ἐν οἴκῳ κοινῇ καταλειπομένων ἀμφοτέροις ὑπ’ ἐμοῦ. τιμησάτωσαν δὲ καὶ τοὺς ἰατροὺς Πασίθεμιν καὶ Μηδίαν, ἀξίους ὄντας καὶ διὰ τὴν ἐπιμέλειαν τὴν περὶ ἐμὲ καὶ | |
25 | τὴν τέχνην καὶ μείζονος ἔτι τιμῆς. δίδωμι δὲ τῷ Καλλίνου παιδίῳ Θηρικλείων ζεῦγος καὶ τῇ γυναικὶ αὐτοῦ Ῥοδιακῶν ζεῦγος ψιλοτάπιδα ἀμφίταπον περί‐ στρωμα προσκεφάλαια δύο τὰ βέλτιστα τῶν καταλειπομένων, ὡς ἂν ἐφ’ ὅσον ἀνήκει πρὸς τιμὴν καὶ τούτων φανῶμεν μὴ ἀμνήμονες ὄντες. περὶ δὲ τῶν θε‐ ραπευόντων ἐμαυτὸν οὕτως ἐξάγω· Δημητρίῳ μὲν ἐλευθέρῳ πάλαι ὄντι ἀφίημι | |
30 | τὰ λύτρα καὶ δίδωμι πέντε μνᾶς καὶ ἱμάτιον καὶ χιτῶνα, ἵνα πολλὰ πεπονηκὼς μετ’ ἐμοῦ βίον εὐσχήμονα ἔχῃ. Κρίτωνι δὲ Χαλκηδονίῳ καὶ τούτῳ τὰ λύτρα ἀφίημι καὶ δίδωμι τέτταρας μνᾶς. καὶ τὸν Μίκρον ἀφίημι ἐλεύθερον, καὶ θρε‐ ψάτω Λύκων αὐτὸν καὶ παιδευσάτω ἀπὸ τοῦ νῦν χρόνου ἓξ ἔτη. καὶ Χάρητα ἀφίημι ἐλεύθερον· καὶ θρεψάτω Λύκων αὐτόν· καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ | |
35 | τὰ ἐμὰ βιβλία τὰ ἀνεγνωσμένα· τὰ δ’ ἀνέκδοτα Καλλίνῳ ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. δίδωμι δὲ καὶ Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι· καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ ἀμφίτα‐ πον καὶ δύο προσκεφάλαια καὶ περίστρωμα καὶ κλίνην ἣν ἂν βούληται. ἀφίημι δ’ ἐλευθέραν καὶ τὴν τοῦ Μίκρου μητέρα καὶ Νοήμονα καὶ Δίωνα· καὶ Θέωνα | |
40 | καὶ Εὐφράνορα καὶ Ἑρμείαν· καὶ Ἀγάθωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον· καὶ τοὺς φορεαφόρους Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραμείναντας. δίδωμι δὲ καὶ Δημητρίῳ καὶ Κρίτωνι καὶ Σύρῳ κλίνην ἑκάστῳ καὶ στρώματα τῶν καταλειπομένων ἃ ἂν φαίνηται Λύκωνι καλῶς ἔχειν. ταῦτα ἔστω αὐτοῖς ἀποδείξασιν ὀρθῶς ἐφ’ ὧν ἕκαστοι τεταγμένοι εἰσί. περὶ δὲ τῆς | |
45 | ταφῆς ἐάν τε αὐτοῦ βούληται Λύκων θάπτειν, ἐάν τε ἐν οἴκῳ, οὕτω ποιείτω. πέπεισμαι γὰρ αὐτὸν οὐδὲν ἧττον ἐμοῦ συνορᾶν τὸ εὔσχημον. ταῦτα δὲ πάντα οἰκονομήσαντι κυρία ἔστω ἡ δόσις τῶν ἐνταῦθα. μάρτυρες Καλλῖνος Ἑρμιο‐ | |
νεύς, Ἀρίστων Κεῖος, Εὐφρόνιος Παιανιεύς. οὕτω μέντοι αὐτῷ συνετῶς τὰ πάντα πράττοντι τά τε περὶ παιδείαν καὶ | 12 | |
15(50) | πάντας λόγους οὐδὲν ἧττον καὶ τὰ τῶν διαθηκῶν τρόπον τινὰ καὶ σφόδρα ἐπι‐ μελῶς τε καὶ οἰκονομικῶς ἴσχει· ὥστε κἀνταῦθα ζηλωτέος. | |
18 | Diogenes Laert. V 65: φραστικὸς ἀνήρ (sc. Λύκων) ..... τὸ δὲ ἐκφραστικὸν αὐτοῦ καὶ περιγεγωνὸς ἐν τῇ ἑρμηνείᾳ φαίνεται κἀνθάδε· φησὶ γὰρ τοῦτον τὸν τρόπον ἐπὶ παρθένου πενιχρᾶς· κτλ. (cf. fr. 27), διὸ δὴ καί φασιν Ἀντίγονον ἐπ’ αὐτοῦ τοῦτο εἰπεῖν, ὡς οὐκ ἦν ὥσπερ μήλου τὴν εὐωδίαν καὶ | |
5 | χάριν ἄλλοθί που μετενεγκεῖν, ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ ἀνθρώπου καθάπερ ἐπὶ τοῦ δένδρου τῶν λεγομένων ἕκαστον ἔδει θεωρεῖσθαι. τοῦτο δὲ ὅτι ἐν μὲν τῷ λέγειν γλυκύτατος ἦν· παρὸ καί τινες τὸ γάμμα αὐτοῦ τῷ ὀνόματι προσετίθεσαν. ἐν δὲ τῷ γράφειν ἀνόμοιος αὑτῷ. | |
20 | Clemens Stromateis II cap. XXI 129, 9: ναὶ μὴν Λύκων ὁ Περι‐ πατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς † Λεύκιμος † τὴν ἐπὶ τοῖς καλοῖς. | |
21 | Johannes Damascenus Florilegium II 140 (Joh. Stobaeus Florilegium ed. Meineke IV p. 226, cf. Gnom. Vatic. 164): ὁ Λύκων τὴν παι‐ δείαν ἔλεγεν εἶναι ἱερὸν ἄσυλον. | 13 |
22 | Diogenes Laert. V 65 (cf. fr. 2): Λύκων Ἀστυάνακτος Τρωα‐ δεύς, φραστικὸς ἀνὴρ καὶ περὶ παίδων ἀγωγῆς ἄκρως συντεταγμένος· ἔφασκε γὰρ δεῖν παρεζεῦχθαι τοῖς παισὶ τὴν αἰδῶ καὶ φιλοτιμίαν ὡς τοῖς ἵπποις μύωπα καὶ χαλινόν. | |
23 | Diogenes Laert. V 66: ἀμέλει γοῦν καὶ ἐπὶ τῶν μεταγινωσκόν‐ των ἐπειδὴ μὴ ἔμαθον ὅτε καιρὸς καὶ εὐχομένων τοῦτον ἐκαλλιλέκτει τὸν τρό‐ πον· ἔλεγεν αὑτῶν κατηγορεῖν, ἀδυνάτῳ μηνύοντας εὐχῇ μετάνοιαν ἀργίας ἀδιορθώτου. | |
24 | Diogenes Laert. V 66: τούς τε βουλευομένους οὐκ ὀρθῶς δια‐ πίπτειν ἔφασκε (sc. Λύκων) τῷ λογισμῷ, οἱονεὶ στρεβλῷ κανόνι βασανίζοντας εὐθεῖαν φύσιν ἢ πρόσωπον ὕδατι κλυδαττομένῳ ἢ κατόπτρῳ διεστραμμένῳ. | |
25 | Diogenes Laert. V 66: καὶ ἐπὶ μὲν τὸν ἐν τῇ ἀγορᾷ στέφανον | |
πολλοὺς ἀπιέναι, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἢ ὀλίγους ἢ οὐδένα (sc. ἔλεγεν Λύκων). | 14 | |
27 | Diogenes Laert. V 65 (cf. fr. 18): φησὶ γὰρ τοῦτον τὸν τρό‐ πον ἐπὶ παρθένου πενιχρᾶς· „βαρὺ γὰρ φορτίον πατρὶ κόρη διὰ σπάνιν προι‐ κὸς ἐκτρέχουσα τὸν ἀκμαῖον τῆς ἡλικίας καιρόν.“ | |
28 | Herodianus Περὶ κλίσεως ὀνομάτων II p. 716, 23 Lentz: τὸ ἅλας τὸ οὐδετέρως λεγόμενον ἐν τῇ συνηθείᾳ σπανίως εὕρηται ἐν χρήσει. εὕρηται δὲ παρὰ Λύκωνι τῷ Τρωαδεῖ οἷον· „τὸ ἅλας εὐῶδες ἢ δυσῶδες ὀρύσσεται“. καὶ πάλιν· „ἁλάτων μέδιμνον“. | |
29 | Suda E 2766: Ἐπίχαρμος Τιτύρου ἢ Χειμάρου καὶ Σικίδος, Συρακούσιος ἢ ἐκ πόλεως Κραστοῦ τῶν Σικανῶν· ὃς εὗρε τὴν κωμῳδίαν ἐν | |
Συρακούσαις ἅμα Φόρμῳ. ἐδίδαξε δὲ δράματα νβʹ, ὡς δὲ Λύκων φησὶ λεʹ. | 15 |